Warning: Undefined variable $popover_textblock in /home/digita37/public_html/wp-content/plugins/CommentarySandbox/commentpress-core/class_commentpress_display.php on line 313

Warning: Undefined variable $popover_comment in /home/digita37/public_html/wp-content/plugins/CommentarySandbox/commentpress-core/class_commentpress_display.php on line 314
|

Fragment 1

1
  1. ποικιλόθρον’ ἀθανάτ’ Ἀφρόδιτα,
  2. παῖ Δίος δολόπλοκε, λίσσομαί σε,
  3. μή μ’ ἄσαισι μηδ’ ὀνίαισι δάμνα,
  4. πότνια, θῦμον,
  5. ἀλλὰ τυίδ’ ἔλθ’, αἴ ποτα κἀτέρωτα
  6. τὰς ἔμας αὔδας ἀίοισα πήλοι
  7. ἔκλυες, πάτρος δὲ δόμον λίποισα
  8. χρύσιον ἦλθες
  9. ἄρμ’ ὐπασδεύξαισα· κάλοι δέ σ’ ἆγον
  10. ὤκεες στροῦθοι περὶ γᾶς μελαίνας
  11. πύκνα δίννεντες πτέρ’ ἀπ’ ὠράνωἴθε-
  12. ρος διὰ μέσσω·
  13. αἶψα δ’ ἐξίκοντο· σὺ δ’, ὦ μάκαιρα,
  14. μειδιαίσαισ’ ἀθανάτῳ προσώπῳ
  15. ἤρε’ ὄττι δηὖτε πέπονθα κὤττι
  16. δηὖτε κάλημμι
  17. κὤττι μοι μάλιστα θέλω γένεσθαι
  18. μαινόλᾳ θύμῳ· τίνα δηὖτε πείθω
  19. ἄψ σ’ ἄγην ἐς ϝὰν φιλότατα; τίς σ’, ὦ
  20. Ψάπφ’, ἀδικήει;
  21. καὶ γὰρ αἰ φεύγει, ταχέως διώξει,
  22. αἰ δὲ δῶρα μὴ δέκετ’, ἀλλὰ δώσει,
  23. αἰ δὲ μὴ φίλει, ταχέως φιλήσει
  24. κωὐκ ἐθέλοισα.
  25. ἔλθε μοι καὶ νῦν, χαλέπαν δὲ λῦσον
  26. ἐκ μερίμναν, ὄσσα δέ μοι τέλεσσαι
  27. θῦμος ἰμέρρει, τέλεσον, σὺ δ’ αὔτα
  28. σύμμαχος ἔσσο.
Page 5

Source: https://digitalsappho.org/fragments/fr1/