|

Fragment 55

κατθάνοισα δὲ κείσῃ οὐδέ ποτα μναμοσύνα σέθεν
ἔσσετ’ οὐδὲ πόθα εἰς ὔστερον·1 οὐ γὰρ πεδέχῃς βρόδων
τὼν ἐκ Πιερίας, ἀλλ’ ἀφάνης κἀν Ἀίδα δόμῳ
φοιτάσῃς πεδ’ ἀμαύρων νεκύων ἐκπεποταμένα.

1 Leave a comment on paragraph 1 0  


  1. †ποκ’† ὔστερον (Voigt)
Page 55

Source: https://digitalsappho.org/fragments/fr55/