|

The Brothers Poem

  1. ἀλλ’ ἄϊ θρύλησθα Χάραξον ἔλθην
  2. νᾶϊ σὺν πλήαι. τὰ μὲν̣ οἴο̣μα̣ι Ζεῦς
  3. οἶδε σύμπαντές τε θέοι · σὲ δ’ οὐ χρῆ
  4. ταῦτα νόησθαι,
  5. ἀλλὰ καὶ πέμπην ἔμε καὶ κέλεσθαι
  6. πόλλα λί̣σσεσθαι̣ βασί̣λ̣η̣αν Ἤ̣ραν
  7. ἐξίκεσθαι τυίδε σάαν ἄγοντα
  8. νᾶα Χάραξον
  9. κἄμμ’ ἐπεύρην ἀρτ̣έ̣μεας. τὰ δ’ ἄλλα
  10. πάντα δαιμόνεσσ̣ιν ἐπι̣τ̣ρόπωμεν·
  11. εὔδιαι γ̣ὰρ̣ ἐκ μεγάλαν ἀήτα̣ν̣
  12. αἶψα πέ̣λ̣ο̣νται.
  13. τῶν κε βόλληται βασίλευς Ὀλύμπω
  14. δαίμον’ ἐκ πόνων ἐπάρωγον ἤδη
  15. περτρόπην, κῆνοι μ̣άκαρες πέλονται
  16. καὶ πολύολβοι·
  17. κἄμμες, αἴ κε τὰν κεφάλα̣ν ἀέρρ̣η
  18. Λάρι̣χος καὶ δή ποτ’ ἄνη̣ρ γένηται,
  19. καὶ μάλ’ ἐκ πόλλαν βαρ̣υθυ̣μίαν̣ κεν
  20. αἶψα λύθειμεν.                                     ⊗
Page 4

Source: https://digitalsappho.org/fragments/the-brothers-poem/