|

Fragment 17

“The Hymn to Hera”

⊗   πλάσιον δή μ’ [εὐχομέναι φανείη,
πότνι’ Ἦρα, σὰ χ[αρίεσσα μόρφα,
τὰν ἀράταν Ἀτ[ρεΐδαι κλῆ-
4.τοι βασίληες·
ἐκτελέσσαντες μ[άλα πόλλ’ ἄεθλα,
πρῶτα μὲν περ Ἴ̣[λιον ἔν τε πόντῳ,
τυίδ’ ἀπορμάθεν[τες ὄδον περαίνην
8.οὐκ ἐδύναντο,
πρὶν σὲ καὶ Δί’ ἀντ[ίαον κάλεσσαι
καὶ Θυώνας ἰμε̣[ρόεντα παῖδα·
νῦν δὲ κ[ἄμοι πραϋμένης ἄρηξον
12.κὰτ τὸ πάλ̣[αιον.
ἄγνα καὶ κά̣[λα
π]αρθ[εν
ἀ]μφι.[
16.[      ]
[      ]
[      ]
ἔμμενα̣[ι
20.[ἶ]ρ̣’ ἀπίκε[σθαι.   ⊗
Page 17

Source: https://digitalsappho.org/fragments/fr17/