|

Fragment 81

]απύθεσ . [
]χισταλ̣[
]ε̣μ̣π[
4.σὺ δὲ στεφάνοις, ὦ Δίκα, πέρθεσθ’ ἐράτοις φόβαισιν
ὄρπακας ἀνήτω συν⟨α⟩έρραισ’ ἀπάλαισι χέρσιν·
εὐάνθεα †γὰρ πέλεται† καὶ Χάριτες μάκαιραι
μᾶλλον προτόρην,1 ἀστεφανώτοισι δ’ ἀπυστρέφονται.

  1. Voigt reads † προτερην †
Page 80

Source: https://digitalsappho.org/fragments/fr81/