|

Fragment 2

  1. δεῦρύ μ’ ἐκ Κρήτας ἐπ[ὶ τόνδ]ε ναῦον
  2. ἄγνον, ὄππ[ᾳ τοι] χάριεν μὲν ἄλσος
  3. μαλί[αν], βῶμοι τεθυμιάμε-
  4. νοι [λι]βανώντῳ·
  5. ἐν δ’ ὔδωρ ψῦχρον κελάδει δι’ ὔσδων
  6. μαλίνων, βρόδοισι δὲ παῖς ὀ χῶρος
  7. ἐσκίαστ’, αἰθυσσομένων δὲ φύλλων
  8. κῶμα κατέρρει·
  9. ἐν δὲ λείμων ἰππόβοτος τέθαλεν
  10. ἠρίνοισιν ἄνθεσιν, αἰ δ’ ἄηται
  11. μέλλιχα πνέοισιν [
  12. [
  13. ἔνθα δὴ σύ . . . . ἔλοισα Κύπρι
  14. χρυσίαισιν ἐν κυλίκεσσιν ἄβρως
  15. ὀμμεμείχμενον θαλίαισι νέκταρ
  16. οἰνοχόαισον
Page 6

Source: https://digitalsappho.org/fragments/fr2/