Fragment 1
1- ποικιλόθρον’ ἀθανάτ’ Ἀφρόδιτα,
- παῖ Δίος δολόπλοκε, λίσσομαί σε,
- μή μ’ ἄσαισι μηδ’ ὀνίαισι δάμνα,
- πότνια, θῦμον,
- ἀλλὰ τυίδ’ ἔλθ’, αἴ ποτα κἀτέρωτα
- τὰς ἔμας αὔδας ἀίοισα πήλοι
- ἔκλυες, πάτρος δὲ δόμον λίποισα
- χρύσιον ἦλθες
- ἄρμ’ ὐπασδεύξαισα· κάλοι δέ σ’ ἆγον
- ὤκεες στροῦθοι περὶ γᾶς μελαίνας
- πύκνα δίννεντες πτέρ’ ἀπ’ ὠράνωἴθε-
- ρος διὰ μέσσω·
- αἶψα δ’ ἐξίκοντο· σὺ δ’, ὦ μάκαιρα,
- μειδιαίσαισ’ ἀθανάτῳ προσώπῳ
- ἤρε’ ὄττι δηὖτε πέπονθα κὤττι
- δηὖτε κάλημμι
- κὤττι μοι μάλιστα θέλω γένεσθαι
- μαινόλᾳ θύμῳ· τίνα δηὖτε πείθω
- ἄψ σ’ ἄγην ἐς ϝὰν φιλότατα; τίς σ’, ὦ
- Ψάπφ’, ἀδικήει;
- καὶ γὰρ αἰ φεύγει, ταχέως διώξει,
- αἰ δὲ δῶρα μὴ δέκετ’, ἀλλὰ δώσει,
- αἰ δὲ μὴ φίλει, ταχέως φιλήσει
- κωὐκ ἐθέλοισα.
- ἔλθε μοι καὶ νῦν, χαλέπαν δὲ λῦσον
- ἐκ μερίμναν, ὄσσα δέ μοι τέλεσσαι
- θῦμος ἰμέρρει, τέλεσον, σὺ δ’ αὔτα
- σύμμαχος ἔσσο.
Page 5
Comments
Book I
Meter: Sapphic Stanzas
– ᴗ – × | – ᴗ ᴗ – | ᴗ – ×
– ᴗ – × | – ᴗ ᴗ – | ᴗ – ×
– ᴗ – × | – ᴗ ᴗ – | ᴗ – ×
– ᴗ ᴗ – ×
Sources
Bibliography